Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.453 Joseph. BJ 2.460 (English) >>Joseph. BJ 2.465

2.457

Τῆς δʼ αὐτῆς ἡμέρας καὶ ὥρας ὥσπερ ἐκ δαιμονίου προνοίας ἀνῄρουν Καισαρεῖς τοὺς παρʼ ἑαυτοῖς Ἰουδαίους, ὡς ὑπὸ μίαν ὥραν ἀποσφαγῆναι μὲν ὑπὲρ δισμυρίους, κενωθῆναι δὲ πᾶσαν Ἰουδαίων τὴν Καισάρειαν· καὶ γὰρ τοὺς διαφεύγοντας Φλῶρος συλλαβὼν κατῆγεν δεσμώτας εἰς τὰ νεώρια. 2.458πρὸς δὲ τὴν ἐκ τῆς Καισαρείας πληγὴν ὅλον τὸ ἔθνος ἐξαγριοῦται, καὶ διαμερισθέντες τάς τε κώμας τῶν Σύρων καὶ τὰς προσεχούσας ἐπόρθουν πόλεις, Φιλαδέλφειάν τε καὶ Ἐσεβωνῖτιν καὶ Γέρασα καὶ Πέλλαν καὶ Σκυθόπολιν. 2.459ἔπειτα Γαδάροις καὶ Ἵππῳ καὶ τῇ Γαυλανίτιδι προσπεσόντες τὰ μὲν καταστρεψάμενοι, τὰ δʼ ὑποπρήσαντες ἐχώρουν ἐπὶ Κάδασα τὴν Τυρίων καὶ Πτολεμαΐδα Γάβαν τε καὶ Καισάρειαν. 2.460ἀντέσχον δὲ οὔτε Σεβαστὴ ταῖς ὁρμαῖς αὐτῶν οὔτε Ἀσκάλων, ἀλλʼ ἐπὶ ταύταις πυρποληθείσαις Ἀνθηδόνα καὶ Γάζαν κατέσκαπτον. πολλαὶ δὲ καθʼ ἑκάστην τούτων τῶν πόλεων ἀνηρπάζοντο κῶμαι, καὶ τῶν ἁλισκομένων ἀνδρῶν φόνος ἦν ἄπειρος.

-- --

2.461

Οὐ μὴν οἱ Σύροι τῶν Ἰουδαίων ἔλαττον πλῆθος ἀνῄρουν, ἀλλὰ καὶ αὐτοὶ τοὺς ἐν ταῖς πόλεσιν λαμβανομένους ἀπέσφαττον οὐ μόνον κατὰ μῖσος, ὡς πρότερον, ἀλλʼ ἤδη καὶ τὸν ἐφʼ ἑαυτοῖς κίνδυνον φθάνοντες. 2.462δεινὴ δὲ ὅλην τὴν Συρίαν ἐπεῖχεν ταραχή, καὶ πᾶσα πόλις εἰς δύο διῄρητο στρατόπεδα, σωτηρία δὲ τοῖς ἑτέροις ἦν τὸ τοὺς ἑτέρους φθάσαι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.453 Joseph. BJ 2.460 (English) >>Joseph. BJ 2.465

Powered by PhiloLogic